Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.109 Dem. 18.112 (English) >>Dem. 18.115

18.111τῶν μὲν οὖν λόγων, οὓς οὗτος ἄνω καὶ κάτω διακυκῶν ἔλεγε περὶ τῶν παραγεγραμμένων νόμων, οὔτε μὰ τοὺς θεοὺς ὑμᾶς οἶμαι μανθάνειν οὔτʼ αὐτὸς ἐδυνάμην συνεῖναι τοὺς πολλούς· ἁπλῶς δὲ τὴν ὀρθὴν περὶ τῶν δικαίων διαλέξομαι. τοσούτου γὰρ δέω λέγειν ὡς οὐκ εἴμʼ ὑπεύθυνος, νῦν οὗτος διέβαλλε καὶ διωρίζετο, ὥσθʼ ἅπαντα τὸν βίον ὑπεύθυνος εἶναι ὁμολογῶ ὧν διακεχείρικʼ πεπολίτευμαι παρʼ ὑμῖν. 18.112ὧν μέντοι γʼ ἐκ τῆς ἰδίας οὐσίας ἐπαγγειλάμενος δέδωκα τῷ δήμῳ, οὐδεμίαν ἡμέραν ὑπεύθυνος εἶναί φημι (ἀκούεις Αἰσχίνη;) οὐδʼ ἄλλον οὐδένα, οὐδʼ ἂν τῶν ἐννέʼ ἀρχόντων τις ὢν τύχῃ. τίς γάρ ἐστι νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστὸς ὥστε τὸν δόντα τι τῶν ἰδίων καὶ ποιήσαντα πρᾶγμα φιλάνθρωπον καὶ φιλόδωρον τῆς χάριτος μὲν ἀποστερεῖν, εἰς τοὺς συκοφάντας δʼ ἄγειν, καὶ τούτους ἐπὶ τὰς εὐθύνας ὧν ἔδωκεν ἐφιστάναι; οὐδὲ εἷς. εἰ δέ φησιν οὗτος, δειξάτω, κἀγὼ στέρξω καὶ σιωπήσομαι. 18.113ἀλλʼ οὐκ ἔστιν, ἄνδρες Ἀθηναῖοι, ἀλλʼ οὗτος συκοφαντῶν, ὅτι ἐπὶ τῷ θεωρικῷ τότʼ ὢν ἐπέδωκα τὰ χρήματα, “ἐπῄνεσεν αὐτόφησίνὑπεύθυνον ὄνταοὐ περὶ τούτων γʼ οὐδενὸς ὧν ὑπεύθυνος ἦν, ἀλλʼ ἐφʼ οἷς ἐπέδωκα, συκοφάντα. “ἀλλὰ καὶ τειχοποιὸς ἦσθακαὶ διά γε τοῦτο ὀρθῶς ἐπῃνούμην, ὅτι τἀνηλωμένʼ ἔδωκα καὶ οὐκ ἐλογιζόμην. μὲν γὰρ λογισμὸς εὐθυνῶν καὶ τῶν ἐξετασόντων προσδεῖται, δὲ δωρειὰ χάριτος καὶ ἐπαίνου δικαία ἐστὶ τυγχάνειν· διόπερ ταῦτʼ ἔγραψεν ὁδὶ περὶ ἐμοῦ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.109 Dem. 18.112 (English) >>Dem. 18.115

Powered by PhiloLogic